GREC 1

GREC I - PRIMER DE BATXILLERAT



GREC 2

GREC II - SEGON DE BATXILLERAT





Secció 2C: Λόγος Γ'

SECCIÓ 2: Λόγος Γ'


EL GLORIÓS PASSAT

2-C



TEXT:

σιωπᾷ ὁ ῥαψῳδός. ὁ δὲ κυβερνήτης λέγει ὅτι οὐδὲν λέγει ὁ ῥαψῳδός. ἔπειτα καὶ ὁ κυβερνήτης λέγει τὰ περὶ Σαλαμȋνα πράγματα.


ΚΥΒ. οὐδὲν λέγεις, ὦ φίλε, καὶ οὐκ οἶσθα οὐδέν. οὔκουν κάλλιστον τὸν λόγον ποιεȋς.
ΡΑΨ. τί φής; διὰ τί οὐ κάλλιστον ποιῶ τὸν λόγον;
ΚΥΒ. σκόπει δή. ἡμεȋς μὲν γὰρ τὰ ἀληθῆ ζητοῦμεν, σὺ δὲ ψευδῆ λέγεις.
ΡΑΨ. σὺ δὲ πῶς οἶσθα πότερον τὰ ἀληθῆ λέγω ἢ ψευδῆ;
ΚΥΒ. ἄκουε, ὦ φίλε. ὁ γὰρ πάππος ὁ ἐμὸς Σαλαμινομάχης καὶ πολλάκις τὰ περὶ Σαλαμȋνα πράγματα ἀληθῶς μοι λέγει, ἀλλὰ οὐχ ὥσπερ σύ, ψευδῶς. σὺ μὲν γὰρ ἴσως καλόν τινα λόγον ἡμȋν λέγεις, ὁ δὲ πάππος τὰ πράγματα. ἡσυχίαν οὖν ἔχετε, καὶ ἀκούετε αὖθις, ὦ ναῦται, τὰ καλὰ ἔργα τὰ τῶν ῾Ελλήνων. ὧδε γὰρ τὰ πράγματα τὰ περὶ Σαλαμȋνα λέγει ὁ πάππος.
(ἡσυχίαν ἔχουσιν οἱ ναῦται)
ἀφικνεȋται μὲν γὰρ τὸ τῶν Περσῶν ναυτικόν, καὶ ἐγγὺς Σαλαμȋνος μένει, ἡμεȋς δὲ οἱ ῞Ελληνες ἡσυχίαν ἔχομεν. ἐπειδὴ δὲ νὺξ γίγνεται, ἔνθα καὶ ἔνθα πλέουσι βραδέως αἱ τῶν Περσῶν νῆες. ἀλλὰ ἅμα ἕῳ βοή τις γίγνεται, καὶ ἐπειδὴ ἡ σάλπιγξ ἠχεȋ ἐκ τῶν πετρῶν, φόβος ἅμα γίγνεται ἐν τοȋς βαρβάροις. ἀκούουσι γὰρ ἤδη σαφῶς τὴν βοήν·
‘ὦ παȋδες ῾Ελλήνων ἴτε,
ἐλευθεροῦτε πατρίδ’, ἐλευθεροῦτε δὲ
παȋδας, γυναȋκας· νῦν ὑπὲρ πάντων ἀγών.’


1. Transcriu el text amb l'ajuda de Euclides




EINES BÀSIQUES






SECIÓ 1-J: FRASE A FRASE 




L'ARTICLE DETERMINAT


CASOS I FUNCIONS. CONJUNCIONS I CONNECTORS

DECLINACIONS: FLEXIÓ NOMINAL I ADJECTIVAL

DECLINACIONS: FLEXIÓ PRONOMINAL 




GRAMÀTICA APLICADA





Cap comentari:

Publica un comentari a l'entrada

Anexo 5