SECCIÓ 2: Λόγος Δ'
EL GLORIÓS PASSAT
2-D
2-D
TEXT:
2D
ΚΥΒ. προσέρχονται μὲν οὖν ταχέως οἱ πολέμιοι ἐπὶ ναυμαχίαν (θεᾶται δὲ ἡδέως τὴν ναυμαχίαν Ξέρξης ὁ βασιλεύς), ἐγὼ δὲ ἀναχωρῶ· καὶ ἀναχωροῦσιν οἱ ἄλλοι ῞Ελληνες. ἐξαίφνης δὲ φαίνεται φάσμα τι γυναικεȋον, μάλα δεινόν. ἐγὼ δὲ τὸ φάσμα φοβοῦμαι. ἀλλὰ λέγει τὸ φάσμα· ‘ὦ φίλοι, διὰ τί ἔτι ἀναχωρεȋτε; μὴ φοβεȋσθε τοὺς Μήδους ἀλλὰ βοηθεȋτε καὶ τολμᾶτε.’ καὶ ἐγὼ μὲν ταχέως ἐπιπλέω τε καὶ οὐκέτι φοβοῦμαι, ἐπιπλέουσι δὲ καὶ οἱ ἄλλοι ῞Ελληνες ταχέως καὶ ἐπὶ τοὺς Μήδους ἐπέρχονται. νῦν δὲ κόσμῳ μαχόμεθα ἡμεȋς καὶ κατὰ τάξιν, ἀκόσμως δὲ καὶ ἀτάκτως μάχονται οἱ βάρβαροι, ἐπειδὴ οὐ τολμῶσιν ὥσπερ ἡμεȋς.
τέλος δὲ τῶν Περσῶν οἱ μὲν φεύγουσι, οἱ δὲ μένουσι καὶ πίπτουσι. καὶ τῶν ῾Ελλήνων οἱ μὲν διώκουσι τοὺς Πέρσας, οἱ δὲ λαμβάνουσι τὰς ναῦς καὶ τοὺς ναύτας. ἐπειδὴ δὲ διώκουσιν οἱ ᾿Αθηναȋοι τοὺς Πέρσας, φεύγει καὶ ὁ Ξέρξης καὶ τὴν ναυμαχίαν οὐκέτι θεᾶται. ἐλεύθεροι οὖν γίγνονται οἱ ῞Ελληνες διὰ τὴν ἀρετήν. οὕτως οὖν οἱ θεοὶ κολάζουσι τὴν τῶν Περσῶν ὕβριν καὶ σῴζουσι τὴν πόλιν.
ΔΙΚ. εὖ λέγεις, ὦ κυβερνῆτα. νῦν δὲ σαφῶς καὶ ἀκριβῶς ἴσμεν περὶ τὰ Μηδικά. ἀλλὰ πολλὴ νῦν ἐστιν ἡ τῶν πραγμάτων μεταβολή· τότε μὲν γὰρ φίλοι ἀλλήλοις οἱ ῞Ελληνες, νῦν δὲ οὐκέτι ὁμονοοῦσιν, ἀλλὰ μισοῦσιν ἀλλήλους διὰ τὸν πόλεμον. τότε μὲν ὁμόνοια ἐν τοȋς ῞Ελλησι, νῦν δὲ μȋσος. φεῦ φεῦ τῶν ῾Ελλήνων, φεῦ τοῦ πολέμου.
1. Transcriu el text amb l'ajuda de Euclides

EINES BÀSIQUES
L'ARTICLE DETERMINAT
L'ARTICLE DETERMINAT
Cap comentari:
Publica un comentari a l'entrada