Xenofont, Hel·lèniques II
Pla de treball
1. Anàlisi lèxica i morfològica del text emprant el diccionari el vocabulari específic.
- 1.1. Anàlisi lèxica del text emprant el diccionari.
- 1.2. Anàlisi etimològica del text emprant el diccionari i el vocabulari específic.
- 1.3. Anàlisi morfològica del text emprant el diccionari.
2. Anàlisi sintàctica del text
- 2.1. Delimitació dels sintagmes i de la seua funció sintàctica intraoracional.
- 2.2. Delimitació de les clàusules coordinades.
- 2.3. Delimitació de les clàusules subordinades i de la seua funció sintàctica interoracional.
3. Traducció del text
4.Tema de cultura
- 4.1. Lectura del tema de cultura corresponent.
- 4.2. Elaboració d'un resum del tema de cultura (2 fulls màxim).
- 4.3. Elaboració d'un mapa conceptual del tema de cultura.
Barem de l'examen de PAU
1. Traducció del text (6 punts)
2. Morfosintaxi: Morfologia i sintaxi (1 punt)
- 2.1. Anàlisi morfològica del text (3 paraules)
- 2.2. Anàlisi sintàctica del text
(1 Clàusula completa + clàusula subordinada participial, clàusula subordinada infinitiva, clàusula subordinada relativa, resta de clàusules subordinades)
3. Etimologia del text (1 punt)
(Etimologia de 3 paraules del text)
4. Cultura (2 punts)
(Exposició d'un tema de cultura de les dues opcions presentades)
Xen. Hell. 2.2.18
[18] Λύσανδρος δὲ τοῖς ἐφόροις ἔπεμψεν ἀγγελοῦνταμετ᾽ ἄλλων Λακεδαιμονίων Ἀριστοτέλην, φυγάδα Ἀθηναῖον ὄντα, ὅτι ἀποκρίναιτο Θηραμένει ἐκείνους κυρίους εἶναι εἰρήνης καὶ πολέμου.
Xen. Hell. 2.2.19
[19] Θηραμένης δὲ καὶ οἱ ἄλλοι πρέσβεις ἐπεὶ ἦσαν ἐνΣελλασίᾳ, ἐρωτώμενοι δὲ ἐπὶ τίνι λόγῳ ἥκοιεν εἶπον ὅτι αὐτοκράτορες περὶ εἰρήνης, μετὰ ταῦτα οἱ ἔφοροικαλεῖν ἐκέλευον αὐτούς. ἐπεὶ δ᾽ ἧκον, ἐκκλησίαν ἐποίησαν, ἐν ᾗ ἀντέλεγον Κορίνθιοι καὶ Θηβαῖοι μάλιστα, πολλοὶ δὲ καὶ ἄλλοι τῶν Ἑλλήνων, μὴ σπένδεσθαι Ἀθηναίοις, ἀλλ᾽ ἐξαιρεῖν.
Xen. Hell. 2.2.20
[20] Λακεδαιμόνιοι δὲ οὐκ ἔφασαν πόλιν Ἑλληνίδαἀνδραποδιεῖν μέγα ἀγαθὸν εἰργασμένην ἐν τοῖςμεγίστοις κινδύνοις γενομένοις τῇ Ἑλλάδι, ἀλλ᾽ἐποιοῦντο εἰρήνην ἐφ᾽ ᾧ τά τε μακρὰ τείχη καὶ τὸνΠειραιᾶ καθελόντας καὶ τὰς ναῦς πλὴν δώδεκαπαραδόντας καὶ τοὺς φυγάδας καθέντας τὸν αὐτὸνἐχθρὸν καὶ φίλον νομίζοντας Λακεδαιμονίοις ἕπεσθαικαὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὅποι ἂν ἡγῶνται.
Xen. Hell. 2.2.21
[21] Θηραμένης δὲ καὶ οἱ σὺν αὐτῷ πρέσβεις ἐπανέφερον ταῦτα εἰς τὰς Ἀθήνας. εἰσιόντας δ᾽ αὐτοὺς ὄχλος περιεχεῖτο πολύς, φοβούμενοι μὴ ἄπρακτοι ἥκοιεν: οὐ γὰρ ἔτι ἐνεχώρει μέλλειν διὰ τὸ πλῆθος τῶν ἀπολλυμένων τῷ λιμῷ.
Xen. Hell. 2.2.22
[22] τῇ δὲ ὑστεραίᾳ ἀπήγγελλον οἱ πρέσβεις ἐφ᾽ οἷς οἱ Λακεδαιμόνιοι ποιοῖντο τὴν εἰρήνην: προηγόρει δὲ αὐτῶν Θηραμένης, λέγων ὡς χρὴ πείθεσθαι Λακεδαιμονίοις καὶ τὰ τείχη περιαιρεῖν. ἀντειπόντων δέ τινων αὐτῷ, πολὺ δὲ πλειόνων συνεπαινεσάντων, ἔδοξε δέχεσθαι τὴν εἰρήνην.
Xen. Hell. 2.2.23
[23] μετὰ δὲ ταῦτα Λύσανδρός τε κατέπλει εἰς τὸν Πειραιᾶ καὶ οἱ φυγάδες κατῇσαν καὶ τὰ τείχη κατέσκαπτον ὑπ᾽ αὐλητρίδων πολλῇ προθυμίᾳ, νομίζοντες ἐκείνην τὴν ἡμέραν τῇ Ἑλλάδι ἄρχειν τῆς ἐλευθερίας.
Xen. Hell. 2.2.24
[24] καὶ ὁ ἐνιαυτὸς ἔληγεν, ἐν ᾧ μεσοῦντι Διονύσιος ὁ Ἑρμοκράτους Συρακόσιος ἐτυράννησε, μάχῃ μὲνπρότερον ἡττηθέντων ὑπὸ Συρακοσίων Καρχηδονίων, σπάνει δὲ σίτου ἑλόντων Ἀκράγαντα, ἐκλιπόντων τῶν Σικελιωτῶν τὴν πόλιν.
II 3. 11-14: Elecció dels Trenta i la seua actuació arbitrària
Xen. Hell. 2.3.11
[11] οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰτείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη: αἱρεθέντες δὲ ἐφ᾽ ᾧτε συγγράψαι νόμους, καθ᾽ οὕστινας πολιτεύσοιντο, τούτους μὲν ἀεὶ ἔμελλον συγγράφειν τεκαὶ ἀποδεικνύναι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς.
Xen. Hell. 2.3.12
[12] ἔπειτα πρῶτον μὲν οὓς πάντες ᾔδεσαν ἐν τῇδημοκρατίᾳ ἀπὸ συκοφαντίας ζῶντας καὶ τοῖς καλοῖς κἀγαθοῖς βαρεῖς ὄντας, συλλαμβάνοντες ὑπῆγον θανάτου: καὶ ἥ τε βουλὴ ἡδέως αὐτῶν κατεψηφίζετο οἵτε ἄλλοι ὅσοι συνῄδεσαν ἑαυτοῖς μὴ ὄντες τοιοῦτοι οὐδὲν ἤχθοντο.
Xen. Hell. 2.3.13
[13] ἐπεὶ δὲ ἤρξαντο βουλεύεσθαι ὅπως ἂν ἐξείη αὐτοῖς τῇ πόλει χρῆσθαι ὅπως βούλοιντο, ἐκ τούτου πρῶτον μὲν πέμψαντες εἰς Λακεδαίμονα Αἰσχίνην τε καὶ Ἀριστοτέλην ἔπεισαν Λύσανδρον φρουροὺς σφίσι συμπρᾶξαι ἐλθεῖν, ἕως δὴ τοὺς πονηροὺς ἐκποδὼν ποιησάμενοι καταστήσαιντο τὴν πολιτείαν: θρέψειν δὲ αὐτοὶ ὑπισχνοῦντο.
Xen. Hell. 2.3.14
[14] ὁ δὲ πεισθεὶς τούς τε φρουροὺς καὶ Καλλίβιον ἁρμοστὴν συνέπραξεν αὐτοῖς πεμφθῆναι. οἱ δ᾽ ἐπεὶ τὴν φρουρὰν ἔλαβον, τὸν μὲν Καλλίβιον ἐθεράπευον πάσῃ θεραπείᾳ, ὡς πάντα ἐπαινοίη ἃ πράττοιεν, τῶν δὲφρουρῶν τούτου συμπέμποντος αὐτοῖς οὓς ἐβούλοντο συνελάμβανον οὐκέτι τοὺς πονηρούς τε καὶ ὀλίγου ἀξίους, ἀλλ᾽ ἤδη οὓς ἐνόμιζον ἥκιστα μὲν παρωθουμένους ἀνέχεσθαι, ἀντιπράττειν δέ τι ἐπιχειροῦντας πλείστους ἂν τοὺς συνεθέλοντας λαμβάνειν.
II 4. 24-27: Fi del govern dels Trenta
Xen. Hell. 2.4.24
[24] καὶ οἱ μὲν τριάκοντα Ἐλευσῖνάδε ἀπῆλθον: οἱ δὲ δέκατῶν ἐν ἄστει καὶ μάλα τεταραγμένων καὶ ἀπιστούντων ἀλλήλοις σὺν τοῖς ἱππάρχοις ἐπεμέλοντο. ἐξεκάθευδονδὲ καὶ οἱ ἱππεῖς ἐν τῷ Ὠιδείῳ, τούς τε ἵππους καὶ τὰςἀσπίδας ἔχοντες, καὶ δι᾽ ἀπιστίαν ἐφώδευον τὸ μὲνἀφ᾽ ἑσπέρας σὺν ταῖς ἀσπίσι κατὰ τείχη, τὸ δὲ πρὸς ὄρθρον σὺν τοῖς ἵπποις, ἀεὶ φοβούμενοι μὴ ἐπεισπέσοιέν τινες αὐτοῖς τῶν ἐκ τοῦ Πειραιῶς.
Xen. Hell. 2.4.25
[25] οἱ δὲ πολλοί τε ἤδη ὄντες καὶ παντοδαποί, ὅπλαἐποιοῦντο, οἱ μὲν ξύλινα, οἱ δὲ οἰσύινα, καὶ ταῦτα ἐλευκοῦντο. πρὶν δὲ ἡμέρας δέκα γενέσθαι, πιστὰδόντες, οἵτινες συμπολεμήσειαν, καὶ εἰ ξένοι εἶεν, ἰσοτέλειαν ἔσεσθαι, ἐξῇσαν πολλοὶ μὲν ὁπλῖται, πολλοὶδὲ γυμνῆτες: ἐγένοντο δὲ αὐτοῖς καὶ ἱππεῖς ὡσεὶἑβδομήκοντα: προνομὰς δὲ ποιούμενοι, καὶ λαμβάνοντες ξύλα καὶ ὀπώραν, ἐκάθευδον πάλιν ἐν Πειραιεῖ.
Xen. Hell. 2.4.26
[26] τῶν δ᾽ ἐκ τοῦ ἄστεως ἄλλος μὲν οὐδεὶς σὺν ὅπλοιςἐξῄει, οἱ δὲ ἱππεῖς ἔστιν ὅτε καὶ λῃστὰς ἐχειροῦντο τῶνἐκ τοῦ Πειραιῶς, καὶ τὴν φάλαγγα αὐτῶν ἐκακούργουν. περιέτυχον δὲ καὶ τῶν Αἰξωνέων τισὶν εἰς τοὺς αὑτῶν ἀγροὺς ἐπὶ τὰ ἐπιτήδεια πορευομένοις: καὶ τούτους Λυσίμαχος ὁ ἵππαρχος ἀπέσφαξε, πολλὰ λιτανεύοντας καὶ πολλῶν χαλεπῶς φερόντων ἱππέων.
Xen. Hell. 2.4.27
[27] ἀνταπέκτειναν δὲ καὶ οἱ ἐν Πειραιεῖ τῶν ἱππέωνἐπ᾽ ἀγροῦ λαβόντες Καλλίστρατον φυλῆς Λεοντίδος. καὶ γὰρ ἤδη μέγα ἐφρόνουν, ὥστε καὶ πρὸς τὸ τεῖχος τοῦ ἄστεως προσέβαλλον. εἰ δὲ καὶ τοῦτο δεῖ εἰπεῖν τοῦ μηχανοποιοῦ τοῦ ἐν τῷ ἄστει, ὃς ἐπεὶ ἔγνω ὅτι κατὰτὸν ἐκ Λυκείου δρόμον μέλλοιεν τὰς μηχανὰς προσάγειν, τὰ ζεύγη ἐκέλευσε πάντα ἁμαξιαίους λίθους ἄγειν καὶ καταβάλλειν ὅπου ἕκαστος βούλοιτο τοῦ δρόμου. ὡς δὲτοῦτο ἐγένετο, πολλὰ εἷς ἕκαστος τῶν λίθων πράγματα παρεῖχε.
II 4. 38-43: Reconciliació
Xen. Hell. 2.4.38
[38] ἀκούσαντες δὲ πάντων αὐτῶν οἱ ἔφοροι καὶ οἱἔκκλητοι, ἐξέπεμψαν πεντεκαίδεκα ἄνδρας εἰς τὰςἈθήνας, καὶ ἐπέταξαν σὺν Παυσανίᾳ διαλλάξαι ὅπῃδύναιντο κάλλιστα. οἱ δὲ διήλλαξαν ἐφ᾽ ᾧτε εἰρήνηνμὲν ἔχειν ὡς πρὸς ἀλλήλους, ἀπιέναι δὲ ἐπὶ τὰ ἑαυτῶν ἕκαστον πλὴν τῶν τριάκοντα καὶ τῶν ἕνδεκα καὶ τῶν ἐν Πειραιεῖ ἀρξάντων δέκα. εἰ δέ τινες φοβοῖντο τῶν ἐξ ἄστεως, ἔδοξεν αὐτοῖς Ἐλευσῖνα κατοικεῖν.
Xen. Hell. 2.4.39
[39] τούτων δὲ περανθέντων Παυσανίας μὲν διῆκε τὸ στράτευμα, οἱ δ᾽ ἐκ τοῦ Πειραιῶς ἀνελθόντες σὺν τοῖς ὅπλοις εἰς τὴν ἀκρόπολιν ἔθυσαν τῇ Ἀθηνᾷ. ἐπεὶ δὲκατέβησαν† οἱ στρατηγοί, ἔνθα δὴ ὁ Θρασύβουλος ἔλεξεν:
Xen. Hell. 2.4.40
[40] ὑμῖν, ἔφη, ὦ ἐκ τοῦ ἄστεως ἄνδρες, συμβουλεύωἐγὼ γνῶναι ὑμᾶς αὐτούς. μάλιστα δ᾽ ἂν γνοίητε, εἰἀναλογίσαισθε ἐπὶ τίνι ὑμῖν μέγα φρονητέον ἐστίν, ὥστε ἡμῶν ἄρχειν ἐπιχειρεῖν. πότερον δικαιότεροί ἐστε; ἀλλ᾽ ὁ μὲν δῆμος πενέστερος ὑμῶν ὢν οὐδὲν πώποτεἕνεκα χρημάτων ὑμᾶς ἠδίκηκεν: ὑμεῖς δὲ πλουσιώτεροι πάντων ὄντες πολλὰ καὶ αἰσχρὰ ἕνεκα κερδέων πεποιήκατε. ἐπεὶ δὲ δικαιοσύνης οὐδὲν ὑμῖν προσήκει, σκέψασθε εἰ ἄρα ἐπ᾽ ἀνδρείᾳ ὑμῖν μέγα φρονητέον.
Xen. Hell. 2.4.41
[41] καὶ τίς ἂν καλλίων κρίσις τούτου γένοιτο ἢ ὡςἐπολεμήσαμεν πρὸς ἀλλήλους; ἀλλὰ γνώμῃ φαίητ᾽ ἂνπροέχειν, οἳ ἔχοντες καὶ τεῖχος καὶ ὅπλα καὶ χρήματα καὶ συμμάχους Πελοποννησίους ὑπὸ τῶν οὐδὲν τούτων ἐχόντων περιείληφθε; ἀλλ᾽ ἐπὶ Λακεδαιμονίοις δὴ οἴεσθε μέγα φρονητέον εἶναι; πῶς, οἵγε ὥσπερ τοὺςδάκνοντας κύνας κλοιῷ δήσαντες παραδιδόασιν, οὕτω κἀκεῖνοι ὑμᾶς παραδόντες τῷ ἠδικημένῳ τούτῳ δήμῳ οἴχονται ἀπιόντες;
Xen. Hell. 2.4.42
[42] οὐ μέντοι γε ὑμᾶς, ὦ ἄνδρες, ἀξιῶ ἐγὼ ὧν ὀμωμόκατε παραβῆναι οὐδέν, ἀλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις καλοῖς ἐπιδεῖξαι, ὅτι καὶ εὔορκοι καὶ ὅσιοί ἐστε. εἰπὼν δὲ ταῦτα καὶ ἄλλα τοιαῦτα, καὶ ὅτι οὐδὲν δέοι ταράττεσθαι, ἀλλὰ τοῖς νόμοις τοῖς ἀρχαίοις χρῆσθαι, ἀνέστησε τὴν ἐκκλησίαν.
Xen. Hell. 2.4.43
[43] καὶ τότε μὲν ἀρχὰς καταστησάμενοι ἐπολιτεύοντο: ὑστέρῳ δὲ χρόνῳ ἀκούσαντες ξένους μισθοῦσθαι τοὺς Ἐλευσῖνι, στρατευσάμενοι πανδημεὶ ἐπ᾽ αὐτοὺς τοὺς μὲν στρατηγοὺς αὐτῶν εἰς λόγους ἐλθόντας ἀπέκτειναν, τοῖς δὲ ἄλλοις εἰσπέμψαντες τοὺς φίλους καὶ ἀναγκαίους ἔπεισαν συναλλαγῆναι. καὶ ὀμόσαντες ὅρκους ἦ μὴν μὴ μνησικακήσειν, ἔτι καὶ νῦν ὁμοῦ τε πολιτεύονται καὶ τοῖς ὅρκοις ἐμμένει ὁ δῆμος.
Recursos
- DOSSIER DE TEXTOS I EXERCICIS
- L'ARTICLE DETERMINAT
- CASOS I FUNCIONS. CONJUNCIONS I CONNECTORS
- Diccionari general
- Comentari sintàctic i morfològic
Cap comentari:
Publica un comentari a l'entrada