GREC 1

GREC I - PRIMER DE BATXILLERAT



GREC 2

GREC II - SEGON DE BATXILLERAT





Secció 1H: Λόγος Η'


SECIÓ 1: EL FRAU DEL L'ASSEGURANÇA



1H 



Imatge relacionadaÀudio 1-H A/B









TEXT 1H 


El capità duu la nau cap al port. Ja s'ha fet de nit. Un rapsoda, que insisteix a citar Homer en qualsevol ocasió, es veu sotmès per Diceòpolis a un interrogatori, a l'estil socràtic, sobre el seu art.



ὁ οὖν κυβερνήτης τὸ πλοȋον κυβερνᾷ πρὸς τὸν λιμένα. ναύτης δέ τις τὸν κυβερνήτην ἐρωτᾷ ποῦ εἰσιν. ὁ γὰρ ναύτης οὐ σαφῶς οἶδε ποῦ εἰσι· νὺξ γάρ ἐστιν. ὁ οὖν κυβερνήτης λέγει ὅτι εἰς τὸν λιμένα πλέουσιν. ἔστι δὲ ἐν τῷ πλοίῳ ῥαψῳδός τις. ὁ δὲ ῥαψῳδὸς ἀεὶ ὁμηρίζει. ὁ δὲ Δικαιόπολις παίζει πρὸς τὸν ῥαψῳδὸν ὥσπερ ὁ Σωκράτης πρὸς τοὺς μαθητάς.

ΝΑΥΤΗΣ ποῦ ἐσμεν ἡμεȋς, ὦ κυβερνῆτα; ἆρα οἶσθα σύ; οὐ γὰρ σαφῶς οἶδα ἔγωγε. ἐγὼ γὰρ οὐδὲν ὁρῶ διὰ τὴν νύκτα, καὶ οὐκ οἶδα ποῦ ἐσμεν.

ΚΥΒΕΡΝΗΤΗΣ οἶδα σαφῶς. πλέομεν γὰρ πρὸς τὸν λιμένα, ‘ὦ ναῦτα.

ΡΑΨΩΙΔΟΣ· ‘πλέομεν δ’ ἐπί οἴνοπα πόντον. ’

ΝΑΥ. τί λέγει ὁ ἄνθρωπος;

ΔΙΚ. δῆλόν ἐστιν ὅτι ὁμερίζει ὁ ἄνθρωπος. ῥαψῳδὸς οὖν ἐστιν.
ΡΑΨ. ἀληθῆ λέγεις, ὦ τᾶν·
                             ‘πλέομεν δ’ ἐν νηὶ μελαίνῃ. ’
ΔΙΚ. τί λέγεις, ὦ ῥαψῳδέ; τί τὸ ‘ἐν νηὶ μελαίνῃ’; οὐ γὰρ μέλαινα ἡ ναῦς. δῆλόν ἐστιν ὅτι μῶρος εἶσύ, καὶ οὐκ οἶσθα οὐδέν, ἀλλὰ παίζεις πρὸς ἡμᾶς.
ΡΑΨ. σιώπα. ‘ἐν νηὶ θοῇ’ πλέομεν, ‘κοίλῃ ἐνὶ νηί.’


ΔΙΚ. ἆρα ἀκούετε, ὦ ναῦται; δεῦρο ἔλθετε καὶ ἀκούετε. δῆλόν ἐστιν ὅτι μῶρος ὁ ῥαψῳδός. οὐ γὰρ οἶδεν οὐδὲν ἀκριβῶς ὁ ἄνθρωπος, ἀλλὰ παίζει πρὸς ἡμᾶς.



SECIÓ 1-H: FRASE A FRASE 







L'ARTICLE DETERMINAT


CASOS I FUNCIONS. CONJUNCIONS I CONNECTORS

DECLINACIONS: FLEXIÓ NOMINAL I ADJECTIVAL

DECLINACIONS: FLEXIÓ PRONOMINAL 




GRAMÀTICA APLICADA


SECCIÓ 1: Λόγος Η'




Logos 1-H

FRASE A FRASE









ὁ οὖν κυβερνήτης τὸ πλοȋον κυβερνᾷ πρὸς τὸν λιμένα. 

ναύτης δέ τις τὸν κυβερνήτην ἐρωτᾷ ποῦ εἰσιν. 

ὁ γὰρ ναύτης οὐ σαφῶς οἶδε ποῦ εἰσι· 

νὺξ γάρ ἐστιν. 

ὁ οὖν κυβερνήτης λέγει ὅτι εἰς τὸν λιμένα πλέουσιν. 

ἔστι δὲ ἐν τῷ πλοίῳ ῥαψῳδός τις. 

ὁ δὲ ῥαψῳδὸς ἀεὶ ὁμηρίζει. 

ὁ δὲ Δικαιόπολις παίζει πρὸς τὸν ῥαψῳδὸν ὥσπερ ὁ Σωκράτης πρὸς τοὺς μαθητάς.


ΝΑΥΤΗΣ· ποῦ ἐσμεν ἡμεȋς, ὦ κυβερνῆτα; 

ἆρα οἶσθα σύ; 

οὐ γὰρ σαφῶς οἶδα ἔγωγε. 

ἐγὼ γὰρ οὐδὲν ὁρῶ διὰ τὴν νύκτα, 

καὶ οὐκ οἶδα ποῦ ἐσμεν.

ΚΥΒΕΡΝΗΤΗΣ οἶδα σαφῶς. 

πλέομεν γὰρ πρὸς τὸν λιμένα, ‘ὦ ναῦτα.


ΡΑΨΩΙΔΟΣ· ‘πλέομεν δ’ ἐπί οἴνοπα πόντον. ’

ΝΑΥ. τί λέγει ὁ ἄνθρωπος;

ΔΙΚ. δῆλόν ἐστιν ὅτι ὁμερίζει ὁ ἄνθρωπος. 

ῥαψῳδὸς οὖν ἐστιν.


ΡΑΨ. ἀληθῆ λέγεις, ὦ τᾶν·

                             ‘πλέομεν δ’ ἐν νηὶ μελαίνῃ. ’


ΔΙΚ. τί λέγεις, ὦ ῥαψῳδέ; 

τί τὸ ‘ἐν νηὶ μελαίνῃ’; 

οὐ γὰρ μέλαινα ἡ ναῦς. 

δῆλόν ἐστιν ὅτι μῶρος εἶ σύ, 

καὶ οὐκ οἶσθα οὐδέν, 

ἀλλὰ παίζεις πρὸς ἡμᾶς.


ΡΑΨ. σιώπα. 
‘ἐν νηὶ θοῇ’ πλέομεν, ‘κοίλῃ ἐνὶ νηί.’




ΔΙΚ. ἆρα ἀκούετε, ὦ ναῦται; 

δεῦρο ἔλθετε καὶ ἀκούετε. 

δῆλόν ἐστιν ὅτι μῶρος ὁ ῥαψῳδός. 

οὐ γὰρ οἶδεν οὐδὲν ἀκριβῶς ὁ ἄνθρωπος, 

ἀλλὰ παίζει πρὸς ἡμᾶς.

Cap comentari:

Publica un comentari a l'entrada

Anexo 5