SECCIÓ 2: Λόγος Α'
EL GLORIÓS PASSAT
2-A
2-A
2A
ἡ
μὲν ναῦς πρὸς τὸν Πειραιᾶ βραδέως ἔρχεται. ὁ δὲ Δικαιόπολις καὶ οἱ
ναῦται καὶ ὁ κυβερνήτης καὶ ὁ ῥαψῳδὸς πρὸς ἀλλήλους ἡδέως διαλέγονται.
ἔρχεται δὲ ἡ ναῦς ἤδη παρὰ τὴν Σαλαμȋνα καὶ ὁ κυβερνήτης λέγει ‘διὰ τί ὁ
ῥαψῳδὸς οὐ διέρχεται τὴν περὶ Σαλαμȋνα ναυμαχίαν, καὶ διὰ τί οὐ λέγει
τί γίγνεται ἐν τοȋς Μηδικοȋς καὶ πῶς μάχονται οἱ ῞Ελληνες καὶ οἱ Μῆδοι,
καὶ τίνα ἔργα τολμῶσι, καὶ ὁπόσοι πίπτουσιν;’ ὁ δὲ ῥαψῳδὸς τὴν ναυμαχίαν
ἡδέως διέρχεται.
ΚΥΒ.
σὺ δέ, ὦ ῥαψῳδέ, πολλὰ γιγνώσκεις περὶ ῾Ομήρου. πολλὰ οὖν γιγνώσκεις
καὶ περὶ τὰ ῥητορικὰ (ῥητορικὸς γὰρ ῞Ομηρος· οὐ γάρ;) ἄγε δή, δεῦρο ἐλθὲ
καὶ λέγε ἡμȋν τὰ περὶ Σαλαμȋνα πράγματα. ἐκεȋ μὲν γὰρ Σαλαμὶς ἡ νῆσος,
ἐρχόμεθα δὲ ἡμεȋς βραδέως παρὰ Σαλαμȋνα πρὸς τὰς ᾿Αθήνας. λέγε οὖν ἡμȋν
τά τε Μηδικὰ καὶ τὴν περὶ Σαλαμȋνα ναυμαχίαν καὶ τὴν ἡμετέραν τόλμαν καὶ
τὴν νίκην. λέγε ἡμȋν τί γίγνεται ἐν τοȋς Μηδικοȋς καὶ πῶς μάχονται οἱ
῞Ελληνες καὶ οἱ βάρβαροι, καὶ ὁπόσοι πίπτουσι. σὺ γάρ, ὦ φίλε, οἶσθα
σαφῶς τὰ περὶ Σαλαμȋνα πράγματα, οἱ δε ναῦται οὐδὲν ἴσασιν.
ΝΑΥ. ναί. οὐδὲν ἴσμεν ἀκριβῶς ἡμεȋς οἱ ναῦται. ἡδέως οὖν ἀκούομεν. ἀλλὰ λέγε, ὦ ῥαψῳδέ, καὶ κάλλιστον ποίει τὸν λόγον.
ΡΑΨ. μάλιστα. ἐγὼ γὰρ ἀεὶ τοὺς λόγους καλλίστους ποιῶ. ἡσυχάζετε οὖν, ὦ ναῦται, καὶ ἀκούετε.
EINES BÀSIQUES
L'ARTICLE DETERMINAT
L'ARTICLE DETERMINAT
Cap comentari:
Publica un comentari a l'entrada