Xenofont, Hel·lèniques II
II 1. 16-26 i 28-32: Derrota atenesa a Egospòtamos
[16] ἐκεῖθεν δ᾽ ἀπέπλευσεν εἰς Ῥόδον. οἱ δ᾽ Ἀθηναῖοι ἐκτῆς Σάμου ὁρμώμενοι τὴν βασιλέως κακῶς ἐποίουν, καὶἐπὶ τὴν Χίον καὶ τὴν Ἔφεσον ἐπέπλεον, καὶπαρεσκευάζοντο πρὸς ναυμαχίαν, καὶ στρατηγοὺςπρὸς τοῖς ὑπάρχουσι προσείλοντο Μένανδρον, Τυδέα, Κηφισόδοτον.
[17] Λύσανδρος δ᾽ ἐκ τῆς Ῥόδου παρὰ τὴν Ἰωνίανἐκπλεῖ πρὸς τὸν Ἑλλήσποντον πρός τε τῶν πλοίων τὸνἔκπλουν καὶ ἐπὶ τὰς ἀφεστηκυίας αὐτῶν πόλεις. ἀνήγοντο δὲ καὶ οἱ Ἀθηναῖοι ἐκ τῆς Χίου πελάγιοι:
[18] ἡ γὰρ Ἀσία πολεμία αὐτοῖς ἦν. Λύσανδρος δ᾽ ἐξἈβύδου παρέπλει εἰς Λάμψακον σύμμαχον οὖσανἈθηναίων: καὶ οἱ Ἀβυδηνοὶ καὶ οἱ ἄλλοι παρῆσαν πεζῇ. ἡγεῖτο δὲ Θώραξ Λακεδαιμόνιος.
[19] προσβαλόντες δὲ τῇ πόλει αἱροῦσι κατὰ κράτος, καὶ διήρπασαν οἱ στρατιῶται οὖσαν πλουσίαν καὶοἴνου καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλήρη: τὰ δὲἐλεύθερα σώματα πάντα ἀφῆκε Λύσανδρος.
[20] οἱ δ᾽ Ἀθηναῖοι κατὰ πόδας πλέοντες ὡρμίσαντοτῆς Χερρονήσου ἐν Ἐλαιοῦντι ναυσὶν ὀγδοήκοντα καὶἑκατόν. ἐνταῦθα δὴ ἀριστοποιουμένοις αὐτοῖςἀγγέλλεται τὰ περὶ Λάμψακον, καὶ εὐθὺς ἀνήχθησαν εἰς Σηστόν.
[21] ἐκεῖθεν δ᾽ εὐθὺς ἐπισιτισάμενοι ἔπλευσαν εἰς Αἰγὸςποταμοὺς ἀντίον τῆς Λαμψάκου: διεῖχε δ᾽ ὁἙλλήσποντος ταύτῃ σταδίους ὡς πεντεκαίδεκα. ἐνταῦθα δὴ ἐδειπνοποιοῦντο.
[22] Λύσανδρος δὲ τῇ ἐπιούσῃ νυκτί, ἐπεὶ ὄρθρος ἦν, ἐσήμηνεν εἰς τὰς ναῦς ἀριστοποιησαμένους εἰσβαίνειν, πάντα δὲ παρασκευασάμενος ὡς εἰς ναυμαχίαν καὶ τὰπαραβλήματα παραβάλλων, προεῖπεν ὡς μηδεὶςκινήσοιτο ἐκ τῆς τάξεως μηδὲ ἀνάξοιτο.
[23] οἱ δὲ Ἀθηναῖοι ἅμα τῷ ἡλίῳ ἀνίσχοντι ἐπὶ τῷλιμένι παρετάξαντο ἐν μετώπῳ ὡς εἰς ναυμαχίαν. ἐπεὶδὲ οὐκ ἀντανήγαγε Λύσανδρος, καὶ τῆς ἡμέρας ὀψὲ ἦν, ἀπέπλευσαν πάλιν εἰς τοὺς Αἰγὸς ποταμούς.
[24] Λύσανδρος δὲ τὰς ταχίστας τῶν νεῶν ἐκέλευσενἕπεσθαι τοῖς Ἀθηναίοις, ἐπειδὰν δὲ ἐκβῶσι, κατιδόνταςὅ τι ποιοῦσιν ἀποπλεῖν καὶ αὐτῷ ἐξαγγεῖλαι. καὶ οὐπρότερον ἐξεβίβασεν ἐκ τῶν νεῶν πρὶν αὗται ἧκον. ταῦτα δ᾽ ἐποίει τέτταρας ἡμέρας: καὶ οἱ Ἀθηναῖοιἐπανήγοντο.
[25] Ἀλκιβιάδης δὲ κατιδὼν ἐκ τῶν τειχῶν τοὺς μὲνἈθηναίους ἐν αἰγιαλῷ ὁρμοῦντας καὶ πρὸς οὐδεμιᾷπόλει, τὰ δ᾽ ἐπιτήδεια ἐκ Σηστοῦ μετιόνταςπεντεκαίδεκα σταδίους ἀπὸ τῶν νεῶν, τοὺς δὲπολεμίους ἐν λιμένι καὶ πρὸς πόλει ἔχοντας πάντα, οὐκἐν καλῷ ἔφη αὐτοὺς ὁρμεῖν, ἀλλὰ μεθορμίσαι εἰςΣηστὸν παρῄνει πρός τε λιμένα καὶ πρὸς πόλιν:
[26] οὗ ὄντες ναυμαχήσετε, ἔφη, ὅταν βούλησθε. οἱ δὲστρατηγοί, μάλιστα δὲ Τυδεὺς καὶ Μένανδρος, ἀπιέναιαὐτὸν ἐκέλευσαν: αὐτοὶ γὰρ νῦν στρατηγεῖν, οὐκἐκεῖνον.
[27] καὶ ὁ μὲν ᾤχετο. Λύσανδρος δ᾽, ἐπεὶ ἦν ἡμέραπέμπτη ἐπιπλέουσι τοῖς Ἀθηναίοις, εἶπε τοῖς παρ᾽αὐτοῦ ἑπομένοις, ἐπὰν κατίδωσιν αὐτοὺς ἐκβεβηκόταςκαὶ ἐσκεδασμένους κατὰ τὴν Χερρόνησον, ὅπερ ἐποίουνπολὺ μᾶλλον καθ᾽ ἑκάστην ἡμέραν, τά τε σιτίαπόρρωθεν ὠνούμενοι καὶ καταφρονοῦντες δὴ τοῦΛυσάνδρου, ὅτι οὐκ ἀντανῆγεν, ἀποπλέονταςτοὔμπαλιν παρ᾽ αὐτὸν ἆραι ἀσπίδα κατὰ μέσον τὸνπλοῦν. οἱ δὲ ταῦτα ἐποίησαν ὡς ἐκέλευσε.
28-32
II 2. 3-24: Lament a Atenes. Bloqueig d’Atenes per part de Lisandre. Rendició d’Atenes (destrucció dels "Murs Llargs")
II 3. 11-14: Elecció dels Trenta i la seua actuació arbitrària
II 4. 24-27: Fi del govern dels Trenta
II 4. 38-43: Reconciliació
Cap comentari:
Publica un comentari a l'entrada